Ancient Greek
154.21 to 154.28
Documentary Papyri, P.Lond. 2 154.21-28
Not analysed yet
λιβὸς ἐπ’ ἀπηλιώτην πήχεις τριάκοντα τρεῖς τελείῳ ξυλικῷ τεκτονικῷ καὶ τὰ συνκύροντα πάντα γείτονες νότου ῥύμη βασιλική, βορρᾶ ἐμαυτοῦ Ἡρακλείτου καὶ τῶν ἀδελφῶν αὐλή, λιβὸς εἴσοδος καὶ ἔξοδος καινὴ πλάτους πηχῶν τρίων εἰς ἣν ἀνοίξει ὁ Φιλήμον θύρας καὶ θυρίδας διʼ ἧς ἐξοδεύσει καὶ ἐξοδεύσει διεκβάλλουσα εἰς νότον καὶ βορρᾶ, ἀπηλιώτου Πασοκνοπαίου τοῦ Ἁρπαήσιος τόποι καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν ἐκ πλήρους ἀργυρίου δραχμὰς διακοσίας διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον εὐδοκεῖ δὲ ἡ μήτηρ Ἰσιδώρα Διονυσίου μετὰ κυρίου ἐμαυτοῦ Ἡρακλείτου καθὼς πρόκειται ἔγραψα ὑπὲρ αὐτῶν Κόραξ Ἀπολλωνίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Φιλήμων Πτολεμαίου ἠγόρακα καθὼς πρόκειται. ἔτους ιδ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Τῦβι εἰκάδι ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου