Ancient Greek
P.Lond. 2 p. 190-191 no. 168
Documentary Papyri, P.Lond. 2 168
Not analysed yet
Ἄρτεμις Πτολεμαίου μετὰ κυρίου τοῦ ἀνδρὸς Χαιρήμονος Πεθέως …παρὰ Πετεσούχου Ἡρακλείδου καὶ Ἄπιδος Νεφερῶτος. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τρία καρποὺς τρεῖς τοῦ ὑπάρχοντός σοι περὶ Ψεναρψενῆσιν ἐλαιῶνος ἄρουραν μίαν ἄρουραν α ἐπὶ καρπωνίᾳ επι… ἀπὸ τοῦ ἐνεστῶτος β ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἡμῶν ποιούντων τὰ καθήκοντα ἔργα ποτισμοὺς καθαρισμοὺς σκαφητὸν εναν κατοχι…ηκιφολα …βεβαίωσις ἡμᾶς ἀπὸ δημοσίων πάντων ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις Πτολεμαῖος Κάστορος ἔγραψα ὑπὲρ τῶν προκειμένων Πετεσούχου καὶ Ἄπιτος μὴ εἰδότων γράμματα. ἔτους β Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Φαρμοῦθι κε.