Ancient Greek
P.Lond. 2 p. 102 no. 171 a
Documentary Papyri, P.Lond. 2 171A
Not analysed yet
Ὡρίων πράκτωρ σιτικῶν διοικήσεως κώμης Σοκνοπαίου Νήσου ἔσχον παρὰ Ἀπύνχεος πρεσβυτέρου Ἀπύνχεος ἀπὸ τιμῆς χλωρῶν ε ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀρούρης 𐅵ιϛ λβ ἀργυρίου δραχμῶν τριάκοντα ἓξ γίνονται δραχμαὶ λϛ ἔτους ε Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαμενὼθ κε