Ancient Greek
P.Lond. 2 p. 207-208 no. 178 a
Documentary Papyri, P.Lond. 2 178a
Not analysed yet
Πετρωνία Σαραπιὰς μετὰ κυρίου τοῦ ἀδελφοῦ Γαΐου Πετρωνίου Μαρκέλλου Ἰουλίῳ Ἀπολιναρίῳ στρατιώτῃ χώρτης πρώτης Ἀπαμηνῶν ἑκατονταρχίας Ἰουλιανοῦ χαίρειν ὁμολογῶ ἀπεσχηκέναι παρὰ σοῦ ἀφʼ ὧν προσήνεγκά σοι ἐν προικὶ δραχμῶν χιλίων διὰ δημοσίου χρηματισμοῦ ἀργυρίου δραχμὰς τετρακοσίας διὰ χειρὸς μὴ ἐλαττουμένης μου περὶ τῶν λοιπῶν ἀργυρίου δραχμῶν ἑξακοσίων τὸ δὲ χειρόγραφον τοῦτο δισσὸν γραφὲν καθαρὸν ἀπὸ ἐπιγραφῆς καὶ ἀλειφάδος κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι ι Πετρωνία Σεραπιὰς μετὰ κυρίου τοῦ ἀδελφοῦ Γαίου Πετρωνίου Μαρκέλλου ἀπέχω τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακοσίας εἰς τὸν λόγον τῆς προικός μου μὴ ἐλαττουμένης περὶ τῶν δραχμῶν ἑξακοσίων ὡς πρόκειται Γάιος Πετρῶνις Μάρκελλος ἐπιγέγραμμαι κύριος τῆς ἀδελφῆς μου καὶ ἔγραψα ὑπὲρ αὐτῆς ἀγράμματος οὔσης