Ancient Greek
P.Lond. 2 p. 253-255 no. 190
Documentary Papyri, P.Lond. 2 190
Not analysed yet
Κέρδων Ἀγριπείνῳ τῶι ἀδελφῷ πλεῖστα χαίρειν· ἔπεμψάς μοι ἐπιστολὴν ἐν ᾗ γράφεις μοι μεμφόμενος ὅτι διὰ σεαυτοῦ οὐδὲ ἕν ἥμῖν ἔπεμψας. ἐγὼ μὲν ἤθελον πέμψαι καθʼ ἑκάστην ἥμεραν ἀλλʼ ἐπεὶ ὑπὸ χεῖρα γράφεις μοι ὅτι ἀναβαίνω τούτου χάριν οὐκ ἔπεμψα καὶ καθὼς γράφεις μοι διὰ τῆς αὐτῆς ἐπιστολῆς ὅτι ἐξέτασον ἐν τῇ μητροπόλει τι ἔπραξαν οἱ ἀντίδικοι ἡμῶν γίγνωσκε ὅτι ἐξ ὅτου ἐκομισάμην τὴν ἐπιστολὴν παρὰ Μάρωνος περὶ τὰ ἐπιμήνια ἤμην ἅ μοι ἔγραψας πεμφθῆναί σοι …ἔπεμψα διὰ Εὐτύχητος …ν ευ…δυν… …νε μοι ἀναβῆναι εξε …εως σοι πέμψω τι ἔπραξαν γίγνωσκε δὲ ὅτι ἔσπαρκαν τὰς τέσσερας ἀρούρας καὶ τὸν ἐλαιῶνα ὡσαύτως κατέσπαρκαν ἄσπαζε τοὺς παρʼ ἡμῶν πάντας ἐρρῶσθαί σε εὔχομαι γραφὴ ἐπιμηνίων ὧν ἔπεμψα διὰ Εὐτύχητος ἄρτους χοινικιαίους κ καὶ ἄρτων ζεύγη ια λαγάνων ζεύγη κ φοίνικος ἀρτάβη α ἀρτοφοίνικος ζεύγη κα ἐλαιῶν ὠμῶν ἀρτάβης 𐅵ἐλαιῶν κεράμια γ ὄξους κεράμιν α ἐλαίου χοῦν α 𐅵σπυρὶς ἐλαιῶν ταριχηρῶν περυσινῶν χίλωμα ὅπου σεμίδαλιν κ…ς