Ancient Greek
P.Lond. 2 p. XVIII no. 197 Vo descr.
Documentary Papyri, P.Lond. 2 197v
Not analysed yet
ἡ μήτηρ ἡ Ταραχ… ριωχαιριτι…ι ἐδέξατο ,κεκωλυσμένων τῶν ξύλων κοπῆναι μηδὲ ἐξελθεῖν, εἰδὼς ὅτι ὑβρίσθην ὑπὸ τοῦ ἐπὶ τῶν στεμμάτων. ὁ γὰρ Μέλας παρέστακέ μοι τοῦτο, καὶ πρὸ Θέωνος ἔλαβον, καὶ ἀνεδέξαντό με Σαραπάμμων καὶ Ο…ωρίων. γιγνώσκειν σε θέλω, ὅτι πάντα, ὅσα ἔχω, ξυλικὰ πέπρακα, ἵνα μὴ ἐκ δευτέρου σοι κοινωνήσω, ὡς εἰδὼς τὴν ἀνάγκην προτρέψε τοὺς κοπεῖς ἐργάζεσθαι ἐπειδὴ ἔλαβον τὴν τιμὴν αὐτῶν. ἀσπάζομαι τὰ παιδία σου.