Ancient Greek
P.Lond. 2 p. 15-16 no. 218
Documentary Papyri, P.Lond. 2 218
Not analysed yet
ἔτους ζ Φαῶφι ε ἐν Παθύρει ἐπʼ Ἀμμωνίου ἀγορανόμου ἐδάνεισεν Νεχούτης Πετεαρσεμθέως Πέρσης τῶν προσγράφων Φατρῆτι Χενσθώτου Πέρσῃ τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας ιγ γ σὺν τόκῳ τὸ δὲ δάνειον ἀποδότω ὁ δεδανεισμένος Νεχούτηι ἐν μηνὶ Παχὼν τοῦ ζ ἔτους νέον καθαρὸν ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὸν τοῖς ἰδίοις ἀνηλώμασιν μέτρῳ ὧι καὶ παρείληφεν ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῷ ὡρισμένῳ χρόνῳ ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῇ ἀγορᾷ τιμὴν ἡ δὲ πρᾶξις ἔστω Νεχότηι ἐκ τοῦ Φατρῆτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης Ἀμμώνιος κεχρημάτικα δάνειον Νεχούτυ πρὸς Φατρῆτα πυροῦ ἀρταβῶν ιγ γ