Ancient Greek
265r.1.1 to 265r.2.45
Documentary Papyri, P.Lond. 2 265r.1.1-265r.2.45
Not analysed yet
δρόμωι ἀρτάβαι χκε αἱ χαλκῶι πόσαι πρὸς κη ταῖς ρ ἀρτάβαις ὡς δεῖ ποιῆσαι· ποίει τὰς ἀρτάβας χκε ἐπὶ τὰς κη τοῦ διαφόρου γίνονται μυριὰς α Ζφ τούτων τὸ ἑκατοστὸν γίνονται ροε ταύτας προσθὲς ταῖς ἀρτάβαις ϛκε γίνονται χαλκῶι ἀρτάβαι ω δέδεικται ἄλλως ποιῆσαι· λαβὲ τὸ ἑκατοστὸν τῶν ἀρταβῶν χκε γίνονται ϛ δ ταύτας ποίει ἐπὶ τὰς κη τοῦ διαφόρου γίνονται ροε ταύτας προσθὲς ταῖς ἀρτάβαις χκεγίνονταιω καὶ οὕτως δέδεικται δρόμωι ἀρτάβαι χκε αἱ ἀνηλωτικῶι πόσαι ὡς δεῖ ποιῆσαι ταύτας χάλκισον ὡς πρόκειται γίνονται χαλκῶι ἀρτάβαι ω τούτων τὸ εἰκοστὸν γίνονται μ ταύτας προσθὲς ταῖς χαλκῶι ἀρτάβαις ω γίνονται ἀνηλωτικῶι ἀρτάβαι ωμ δέδεικται δρόμωι ἀρτάβαι χκε αἱ Φιλίππου πόσαι πρὸς ιϛ 𐅷ὡς δεῖ ποιῆσαι ποίει τὰς ἀρτάβας χκε ἐπὶ τὰς ιϛ 𐅷τοῦ διαφόρου γίνονται μυριὰς α υιϛ 𐅷τούτων τὸ ἑκατοστὸν γίνονται ρδ ϛ ταύτας προσθὲς ταῖς ἀρτάβαις χκε γίνονται Φιλίππου ἀρτάβαι ψκθ ϛ δέδεικται ἄλλως ποιῆσαι ἐπὶ τὸ διάφορον ἔστιν πρὸς ιϛ 𐅷ταῖς ρ ἀρτάβαις ο ἔστιν ϛ πρόσθετον ……ε ἀφαίρετον λαβὲ οὖν τὸ ἕκτον τῶν ἀρταβῶν χκε γίνονται ρδ ϛ ταύτας προσθὲς ταῖς ἀρτάβαις ϛκε γίνονται Φιλίππου ἀρτάβαι ψκθ ϛ καὶ οὕτως δέδεικται δρόμωι ἀρτάβαι χκε αἱ Γάλλου πόσαι πρὸς κγ 𐅷ὡς δεῖ ποιῆσαι ποίει τὰς ἀρτάβας χκε ἐπὶ τὰς κγ 𐅷τοῦ διαφόρου γίνονται μυριὰς α Δψϙα 𐅷τούτων τὸ ἑκατοστὸν γίνονται ρμζ 𐅵γ ιβ ταύτας προσθὲς ταῖς ἀρτάβαις χκε γίνονται ψοβ 𐅵γ ιβ δρόμωι ἀρτάβαι χκε αἱ Ἑρμοῦ πόσαι πρὸς κε ὡς δεῖ ποιῆσαι· ποίει τὰς ἀρτάβας χκε ἐπὶ τὰς κε τοῦ διαφόρου γίνονται μυριὰς α Εχκε τούτων τὸ ἑκατοστὸν γίνονται ρνϛ δ ταύτας προσθὲς ταῖς ἀρτάβαις χκε γίνονται Ἑρμοῦ ἀρτάβαι ψπα δ δέδεικται ἄλλως ποιῆσαι λαβὲ τὸ τέταρτον τῶν ἀρταβῶν χκε γίνονται ρνϛ δ ταύτας προσθὲς ταῖς ἀρτάβαις χκε γίνονται ψπα δ καὶ οὕτως δέδεικται χαλκῶι ἀρτάβαι χκε αἱ δρόμωι πόσαι ὡς δεῖ ποιῆσαι ἐπεὶ ἔστιν τὸ διάφορον πρὸς κη ταῖς ρ ἀρτάβαις ἔστιν ρ ρκη μόρια ο γίνεται γίνεται 𐅵δ λβ λαβὲ οὖν τὸ ἥμισυ τέταρτον δυοτριακοστὸν τῶν ἀρταβῶν χκε γίνονται υπη δ λβ τοσαύται δρόμωι δέδεικται χαλκῶι ἀρτάβαι χκε αἱ ἀνηλωτικῶι πόσαι ὡς δεῖ ποιῆσαι λαβὲ τὸ εἰκοστὸν τῶν ἀρταβῶν ξβε γίνονται λα δ προσθὲς ταῖς ἀρτάβαις ξβε γίνονται ἀνηλωτικῷ ἀρτάβαι χνϛ δ