Ancient Greek
P.Lond. 2 p. 202-203 no. 287
Documentary Papyri, P.Lond. 2 287
Not analysed yet
ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ἀρτεμισίου κη Φαμενὼθ κη ἐν Νιλουπόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογοῦσιν Πάπος ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπῳ μέσῳ καὶ Μυσθαρίων ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ δακτύλῳ πρώτῳ τῆς ἀριστερᾶς ἀμφότεροι Ἀλκίμου Σαταβοῦτι Στοτουήτεος …ἱερέων θεοῦ μεγάλου μεγάλου Σοκνοπαίου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν. ἀπέχειν παρʼ αὐτοῦ οἱ ὁμολογοῦντες παραχρῆμα διὰ χειρὸς ἀργυρίου δραχμὰς πεντακοσίας …αἱ εἴσιν τιμὴ χόρτου χλωροῦ ἀρουρ… σχοινίων ἐνενήκοντα ἓξ …ουχει ἀφʼ ὧν γεωργοῦμεν περὶ …ει Ψενύρεος …ν βεβαίωσις δὲ ἄνυσιν διὰ …σοῦ σπορᾶς τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ καὶ μὴ ἐπελθόντων οἱ ὁμολογοῦντες ἐπὶ τὸν Σαταβοῦν μήτε τοὺς παρʼ αὐτοῦ περὶ ἧς ἀπέχουσι τιμῆς καθὰ πρόκιται μηδὲ περὶ ἄλλου μηδένος ἁπλῶς πράγματος ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. ὑπογραφεῖς τῶν μὲν ὁμολογούντων Χαιρήων Ἀμμωνίου ὡς ἐτῶν νϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ τοῦ δʼ ἄλλου Πλούταρχος Πλουτάρχου ὡς ἐτῶν …οὐλὴ ἀντικνημίῳ δεξιῷ Πάπος καὶ Μυσθαρίων ἀμφότεροι Ἀλκίμου ὁμολογοῦμεν ἔχειν παρὰ Σαταβοῦτος Στοτουήτεος τιμὴν χόρτου χλωροῦ κ… τος βοῶν …ν…ρου…μεν ἀρουρ… εἴσιν ἀργυρίου δραχμαὶ πεντακοσίαι …σπορας …ν…ους καὶ οὐδὲν ἐνκαλοῦμεν καθὼς… ἔγραψεν ὑπὲρ αὐτῶν Χαιρήμων Ἀμμωνίου μὴ εἰδότων γράμματα.