Ancient Greek
P.Lond. 2 p. 73 no. 309
Documentary Papyri, P.Lond. 2 309
Not analysed yet
κάμηλοι γ Ἀρχιβίῳ στρατηγῷ καὶ Ἡρακλείδῃ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τοῦ Στοτοήτιος τοῦ Στοτοήτιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι η ἔτει καμήλων τεσσάρων διεφθάρη μετὰ τὴν ἐξαρίθμησιν κάμηλος α τοὺς δὲ λοιποὺς καμήλους τρεῖς ἀπογράφομαι εἰς τὸ ἐνεστὸς θ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπεγράφησαν παρὰ στρατηγῷ διὰ Ἰσχυρίωνος βοηθοῦ κάμηλοι γ Μεχεὶρ γ ἀπεγράφησαν παρὰ βασιλικῷ γραμμάτει διὰ Σαραπᾶτος βοηθοῦ κάμηλοι γ Μεχεὶρ γ Ἡερακλείδης βασιλικὸς γραμματεὺς διὰ Ἀμμωνίου βοηθοῦ· ἐξηριθμήθη συμφώνως …γ. Ἀρχίβιος στρατηγὸς διὰ …βοηθοῦ· ἐξηριθμήθη συμφώνως. …εστιοσ… Ἰανουυάριος διὰ …βοηθοῦ …