Ancient Greek
P.Lond. 2 p. 209-210 no. 332
Documentary Papyri, P.Lond. 2 332
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Θὼθ ιγ διὰ τῆς Σαραπίωνος τραπέζης Ταμείων Δίδυμος Διδύμου τοῦ καὶ Δημητρίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς καὶ Τεσενοῦφις Τεσενούφεως καὶ Τεσενοῦφις ἕτερος Τεσενούφεως καὶ Πανεφρῆμις Στοτοήτιος καὶ Παβοῦς Σαταβοῦτος Κλαυδιανῷ τῷ καὶ Σερήνῳ υἱῷ Μύσθου κεκοσμητευκότος ἀπέχειν αὐτὸν παρὰ τῶν προγεγραμμένων ἴσας ὧν ὤφειλαν αὐτῷ κατὰ διαγραφῆς τῆς αὐτῆς τραπέζης ἣν καὶ ἀναδέδωκεν αὐτοῖς εἰς ἀθέτησιν καὶ ἀκύρωσιν ἀργυρίου δραχμὰς χιλίας ἑκατὸν εἴκοσι τέσσαρες γίνονται δραχμαὶ Αρκδ καὶ μηδὲν αὐτοῖς ἐνκαλεῖν μέχρι τῆς ἐνεστώσης ἡμέρας Σερῆνος ὁ καὶ Κλαυδιανὸς ἀπέχω καθὼς πρόκειται.