Ancient Greek
P.Lond. 2 p. 200 no. 339
Documentary Papyri, P.Lond. 2 339
Not analysed yet
Εἰρηναῖς καὶ Φάσις μισθωταὶ οὐσιακῶν Σωτᾶτι Πτολεμαίου χαίρειν· πεπράκαμέν σοι ὄνον θηλείαν τελείαν λευκὴν καὶ τὸν ταύτης πῶλον θηλείαν ταύτας τοιαύτας ἀναπορρίφους καὶ ἀπέχομεν παρὰ σοῦ τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα καὶ βεβαιώσωμεν πάσῃ βεβαιώσει περὶ παντὸς τοῦ ἐπελευσομένου ἔτους κ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν Θὼθ κθ