Ancient Greek
P.Lond. 2 p. 77-78 no. 376
Documentary Papyri, P.Lond. 2 376
Not analysed yet
παρὰ Διδύμου ἀγορανομήσαντος υἱοῦ Παπίωνος κεκοσμητευκότος αἱρεθέντος ὑπὸ Θεοδώρου στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος ἐξαρίθμησιν ποιήσασθαι θρεμμάτων τῆς μερίδος ἀντὶ τοῦ συνήθους προχειριζομένου ὑπὸ τοῦ κρατίστου ἐπιστρατήγου ἀπὸ ἄλλου νομοῦ ἐξαρίθμησις προβάτων καὶ αἰγῶν καὶ καμήλων καὶ ἄλλων ἡ γεναμένη ὑπό τε ἐμοῦ καὶ τοῦ αὐτοῦ στρατηγοῦ Θεοδώρου καὶ Τιμαγένου βασιλικοῦ γραμματέως Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ τῶν ὑπὸ τοῦ αὐτοῦ στρατηγοῦ Θεοδώρου αἱρεθέντων εἰς χώραν, F. Preisigke, Wörterbuch II, 765 αὐτοῦ τῇ κ τοῦ ὄντος μηνὸς Μεχεὶρ τοῦ ἐνεστῶτος κβ ἔτους ἔστι δέ Ἑκῦσις Ὥρου κάμηλοι θ πῶλοι γ