Ancient Greek
P.Lond. 2 p. 320-321 no. 480
Documentary Papyri, P.Lond. 2 480
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Κληματίῳ Σαβίνη. ἀπέστειλα πρὸς σὲ τὸν ἀδελφὸν ἡμῶν Ἀσάειν περὶ τοῦ ὁλοκοττίνου ὅπως σπουδάσῃς τοῦτον παρασχεῖν αὐτῷ ἐπειδὴ πάνυ ἀναγκαίου χρεία ἐστίν. ἐπὶ σημείου ἀπέστειλα Μίλωνα πρὸς σὲ καὶ οὐχ εὑρέθῃς. μόνον μὴ ἀμελήσῃς κύριε ἄδελφε περὶ τούτου. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις κύριε ἄδελφε.