Ancient Greek
483.82 to 483.104
Documentary Papyri, P.Lond. 2 483.82-104
Not analysed yet
διωμολογημένα κεφάλαια παρʼ ἡμῶν τῶν ἀφʼ ἑκατέρου μέρους φυλάξομεν ἄτρωτα καὶ ἀσάλευτα καὶ ἀπαράβατα ἐπωμοσάμεθα τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν καὶ οὐρανίαν τύχην τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἐμμένειν διαπαντὸς ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν καὶ κατὰ μηδένα τρόπον παρασαλεύειν αὐτὴν ἢ μέρος αὐτῆς κατά τινα τρόπον καὶ εἰ δέ τις ἐξ ἡμῶν παραβαίη ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν παρέξει τὸ παραβαῖνον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ οὐγκίας ἓξ γίνονται χρυσοῦ οὐγκίαι ϛ ἔργῳ καὶ δυνάμει ἀπαιτουμένῃ κινδύνῳ αὐτοῦ καὶ πόρῳ τῆς ἰδίας αὐτοῦ ὑποστάσεως μετὰ καὶ ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην καὶ ἐφʼ ἅπασι τοῖς ἐγγεγραμμένοις ἐπερωτηθέντες ὡμολογήσαμεν δηλονότι ὡς ἀνωτέρω εἴρηται ἐπὶ τῷ τὸν αὐτὸν Ἰωάννην φαγεῖν τὰ κτήνη αὐτοῦ τὴν βοσκὴν τῶν αὐτῶν σπορίμων γῃδίων κατʼ ἔτος καὶ διδόναι ὑπὲρ τῆς τούτου τιμῆς κατʼ ἔτος οἴνου μούστου ἀγγεῖα δύο τῷ πεντεξέστῳ μέτρῳ ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἕκτης ἰνδικτίονος καὶ αὐτῆς καὶ ἐφεξῆς κατʼ ἔτος ἐπὶ τὸ διηνεκὲς καὶ εἰς τοῦτο καὶ εἰς τὰ προγεγραμμένα ἐπερωτηθέντες ὡμολογήσαμεν. Ἰωάννης Φοιβάμμωνος ὁ προκείμενος στοιχεῖ μοι τὸ παρὸν ἐμφύτευμα τοῦ ἐτησίου πάκτου τῶν κερατίων τριάκοντα ἓξ ἡμίσεως ὡς πρόκειται. Μηνᾶς σὺν θεῷ προεστὼς ἔχω παρʼ ἐμαυτὸν τὸ παρὸν ἐμφύτευμα ὡς πρόκειται Μουσαίως Θεοδοσίου πρεσβύτερος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Λέων Παχυμίοη μονάζων καὶ διάκονος τοῦ αὐτοῦ μοναστηρίου μαρτυρῶ ὡς πρόκειται Λέων Σαμουηλίου διάκονος καὶ μονάζων τοῦ αὐτοῦ μοναστηρίου μαρτυρῶ ὡς πρόκειται Καλίμχος Ψὸν διάκονος μαρτυρῶ τῷ ἐμφυτεύματι ἀκούσας παρὰ τῶν θεμένων Μηνᾶς Πινουττίωνος πρεσβύτερος μαρτυρῶ τῷ ἐμφυτεύματι ἀκούσας παρὰ τῶν θεμένων ἐγράφη διʼ ἐμοῦ Φοιβάμμωνος