Ancient Greek
P.Lond. 3 p. 250-251 no. 1000
Documentary Papyri, P.Lond. 3 1000
Not analysed yet
…ιανῷ τῷ λαμπροτάτῳ καὶ …παρὰ Φλαυίου Γεωργίου Σιλβανοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. οἱ ἑξῆς ὑποτεταγμένοι ὁρμώμενοι ἐκ ταύτης τῆς καλλιπόλεως χρεωστοῦντές μοι φανερὸν χρέος καὶ πολλάκις ὑπομνησθέντες παρʼ ἐμοῦ οὐκ ἐβουλήθησαν εὐγνωμονίαν πρὸς ἐμὲ θέσθαι. διόπερ συνθεὶς τούτους μου τοὺς λιβέλλους ἐπιδίδωμι τῇ σῇ λαμπρότητι ἀξιῶν αὐτοὺς ἀγέσθαι καὶ καταναγκάζεσθαι τὰς ἀπολογίας μοι κατὰ νόμους παρασχεῖν. Φλάυιος Γεώργιος Σιλβανοῦ ὁ προκείμενος ἐπιδέδωκα ὡς πρόκειται. ἔστιν δέ· Φῖβι ὁ λεγόμενος Παταϩἀπὸ τῆς Ἑρμουπόλεως ὑποδεικνύμενος. ὑπατείας Φλαυίου Ἰωάννου τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου Χοιὰκ β β ἰνδικτίονος