Ancient Greek
P.Lond. 3 p. 259-260 no. 1003
Documentary Papyri, P.Lond. 3 1003
Not analysed yet
χμγ κθ μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους εἰκοστοῦ πρώτου …ἑνδεκάτης ἰνδικτίονος. Αὐρηλίαι Ἀρχοντίᾳ Α… καὶ Οὐανθίᾳ Ἰωάννου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ὡρίτου Ἰσιδώρου μητρὸς Ἡραείδος ἀμφοτέρων ἀπὸ κώμης Σινακυρέως τοῦ Ἑρμουπολίτου νομοῦ χαίρειν· ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ὥριτος διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐφʼ ὅσον ἐὰν βουληθῇς χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης δωδεκάτης ἰνδικτίονος καὶ αὐτῆς τὸ ὑπάρχον σοι ἀρούρας τρεῖς χέρσας χαρ… ἀμπελικῷ πλέω ἐλάττω ἀποκαλαμουργουμένων ἐκ τοῦ τ…χου ἐκ τε…τρανωτος κατὰ τρόπου σὺν τῷ ὁλοκλήρῳ λάκκῳ καὶ ὑδρεύματι καὶ ξυλικῷ ὀργάνῳ καὶ χρηστηρίοις πᾶσι καὶ παντὶ δικαίῳ διακειμένας ἐν πεδιάδι κώμης Πέσλα τοῦ Ἑρμουπολίτου νομοῦ ἐκ τοῦ λεγομένου ὀργάνου Ἀφοῦτος ἐφʼ ᾧ τε τῆς ἀρδείας γιγνόμενα διὰ τῶν ἐμῶν ζῴων τῶν καὶ τρεφομένων μέχρι τὴν ἀμπελουργικὴν ἐργασίαν καὶ πᾶσαν ἐπιμέλειαν καὶ φιλοκαλίαν καὶ σκάψιν πέντε τοῦ ἐνιαυτοῦ …λιδομιον καὶ …ιδομιον …ος ἐκτελεῖ σοι καὶ τὰ περιγιγνόμενα ἐν τῇ σου αφ…ης διαιτηθῆναι τὰ οι κητασομένων …