Ancient Greek
P.Lond. 3 p. 283 no. 1032
Documentary Papyri, P.Lond. 3 1032
Not analysed yet
εἰ μὴ εἰσῆλθεν Πέτρος μετὰ τῶν γραμμάτων τοῦ κυρίου Ἀγαθημέρου οὐκ ἔμαθον ὅτι ὁ κατεχόμενος γεωργὸς ἡμῶν ἐστιν καταμένων ἐν τῶ ἐποικίῳ τοῦ κυρίου Μηνᾶ τοῦ ἀρχίατρου. ἄπελθε τοίνυν μετὰ τοῦ εὐλαβεστάτου Ἄπα Ὡρουωγχίου πρὸς Ἄπα Νάκιον καὶ ποίησον αὐτὸν ἀπολυθῆναι· οὐδεμία γὰρ ζήτησις γενήσεται παρʼ ἐμοῦ περὶ τῆς βλάβης τοῦ χωρίου ἢ πρὸς τοὺς ἀγροφυλάκας ἢ πρὸς αὐτὸν Ἄπα Νάκιον εἴτε αὐτὸς αἴτιός ἐστιν ὡς λέγουσιν εἴτε ἄλλος. εἰ δὲ εἰδῇς αὐτὸν δυσχεραίνοντα ἀπολῦσαι αὐτὸν ὅπερ οὐ πιστεύω ἀναδέξασθε αὐτὸν καὶ ἀπολύσατε ἕως ἐξέλθω καὶ συντύχω αὐτῷ, τὸ δὲ ἄχυρον ποίησον μετενεχθῆναι. ἰδοὺ γὰρ καὶ ἄρτι δύο σαργάνας ἀπέστειλα. εἰ δὲ χρεία γένοιτο τοῦ ἀπελθεῖν ὑμᾶς κ…ας Λευ… τὸν προκουράτορα ἀπέλθατε