Ancient Greek
P.Lond. 3 p. 273-274 no. 1060
Documentary Papyri, P.Lond. 3 1060
Not analysed yet
ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία Ἑρμουπόλεως διʼ ἐμοῦ Θεοδοσίου ἀπαιτητοῦ τῶν χρυσικῶν μερίδος Ἑρμουπόλεως ἀββᾶ Δανιηλίῳ. ἔσχον παρὰ σοῦ ἀπὸ τοῦ φόρου καρπῶν ἑβδόμης ἰνδικτίονος χρυσοῦ κεράτια εἴκοσι τρία γίνεται χρυσοῦ κεράτια κγ τὰ καὶ δοθέντα Φοιβάμμωνι περιχύτῃ τοῦ γυμνασίου ὑπὲρ ἐνταγίου Φαρμοῦθι ἰνδικτίονος ζ μόνον. ἐγράφη Παχὼν ια ἰνδικτίονος ζ. Θεοδόσιος ἀπαιτητὴς στοιχεῖ τὸ ἐντάγιον