Ancient Greek
P.Lond. 3 p. 141-142 no. 1132 b
Documentary Papyri, P.Lond. 3 1132b
Not analysed yet
Κάσις Κασίου Κασιώτης …Σώτου τῶν ἀπὸ Νήσου Σεκνεπαίου χαίρειν· ὁμολογῶ ἐν Θερενουθὶ πεπρακέναι σοι τὴν ὑπάρχουσάν μοι κάμηλον θήλειαν πυρρὰν κεχαραγμένην μηρῷ δεξιῷ κάππα καὶ ἀπέσχον τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι τέσσαρας γίνονται δραχμαὶ φκδ καὶ παρέλαβες ταύτην τοιαύτην ἀναπόρριφον καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει Φιλάδελφος Κ… ἔγραψα τὸ σῶμα σοῦ τὸ ὄνομα ὑπογράφοντος. ἔτους πέμπτου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κϛ. Κάσις Κασίου πέπρακα καθὼς πρόκειται.