Ancient Greek
P.Lond. 3 p. 111 no. 1157 Vo b
Documentary Papyri, P.Lond. 3 1157vb
Not analysed yet
τινὰ παρά τινος τῶν νόμων κελευόντων, μηδὲν ἐπὶ βλάβῃ τῶν δανειστῶν ἀπαλλοτριοῦσθαι, μάλιστα θεῶν Σεουήρου καὶ Ἀντωνίνου τοῦτο ἐπιβεβαιωσάντων διὰ ἱεροῦ αὐτῶν γνώμονος ἐδάνεισά τινι ἀργύριον δραχμὰς τοσάσδε κατὰ χειρόγραφον καὶ ἐπεὶ ὑφορῶμαι νῦν, μὴ ἐξαλλοτριώσῃ τὰ ὑπάρχοντα αὐτοῦ πρίν με κατελθεῖν εἰς Ἀλεξάνδρειαν καὶ τοῖς νόμοις χρήσασθαι, ἀξιῶ κελεῦσαι τοῖς τῶν αὐτόθι βιβλιοφύλαξι παραθεῖναι τῷ λη… αὐτοῦ τὸ δίκαιόν μου …ωνου ἀπὸ τοῦ καταλογείου τὰ ι… ἀποπληρώσω. οἱ τῶν ἐνκτήσεων βιβλιοφύλακες ἀκόλουθα τῇ ἀξιώσει πρᾶξαι φροντίσωσι. Αὐρήλιοι Ἀχιλλίων καὶ Μέλας Ἀφροδισίου ἐπιστολῆς Θεοδώρου περὶ προσδόσεως Τοοὺ Νεανίσκου Φαῶφι α ἀντίγραφον Φαῶφι β