Ancient Greek
1158.intctr.14 to 1158.intctr.18
Documentary Papyri, P.Lond. 3 1158.intctr.14-18
Not analysed yet
τρόπῳ μηδενί ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ ἡ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος τῷ ὠνουμένῳ ἢ τοῖς παρʼ αὐτοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπίτιμον ὡς ἰδίον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. περὶ δὲ τοῦ προκειμένου καλὼς γενέσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁδριανοῦ ιε. Αὐρήλιος Ἑρμῖνος ὁ καὶ Μῶρος Ἑρμαίου τοῦ καὶ Παθώτου πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω ὡς πρόκιται. Αὐρήλιος Διονύσιος Σαραπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Ἄρειος ὁ καὶ Ἀφροδείσιος ἐγκυκλίου σεσημείωμαι τέλος ἀγορασμοῦ τοῦ προκειμένου τρίτου μέρους τιμῆς …ρ… δραχμῶν τριακοσίων Τῦβι πεντεκαιδεκάτηι