Ancient Greek
1164h.H.21 to 1164h.H.30
Documentary Papyri, P.Lond. 3 1164h.H.21-30
Not analysed yet
ἐπὶ τὸν μεμισθωμένον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ τρόπῳ μηδενὶ παρεύρεσει μηδεμίᾳ, ἐὰν δὲ ἐπέλθῃ τις καὶ μὴ βεβαίωσῃ ἡ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσωσι τῷ μεμισθωμένῳ ἢ τοῖς παρʼ αὐτοῦ διπλοῦς τοὺς φόρους εἰς τὸ δημόσιον τοὺς ἴσους καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα χωρὶς τοῦ κυρίαν καὶ βεβαίαν μένειν τὴν μισθοπρασίαν. Πβῆκις Πεβῶτος Πβήκιος μητρὸς Σενθοτμήνιος ἀπὸ Πανοσπόλεως μεμίσθωκα κατὰ μισθοπρασίαν ἐπὶ χρόνον ἔτη ἑξήκοντα τὸ ὑπάρχον μοι τὸ προκείμενον πλοῖον Ἑλληνικὸν ἀγωγῆς ἀρταβῶν υ πλειόνων ἢ ἐλασσόνων σὺν κατωθίῳ κατὰ γαστρίδα σὺν τῇ προκειμένῳ πάσῃ καταρθίᾳ φόρου ταλάντου ἑνὸς καὶ δραχμῶν δισχιλίαν ἀφʼ ὧν αὐτόθι ἀνειρῆμαι παρʼ αὐτοῦ ἀργυρίου τάλαντον ἕν ,τὰς δὲ λοιπὰς δραχμὰς δισχιλίας ἀπολήμψομαι παρʼ αὐτοῦ ἐν τῷ Πανοπολείτῃ λαμβάνων παρʼ ἐμοῦ τὰς προκτητικὰς ἀσφαλείας καὶ παρέδωκα αὐτῷ τὸ πλοῖον καὶ βεβαιώσω ὡς πρόκειται Ἁρμιρύμιος ὁ καὶ Μέλας Τήρους ἀπὸ Τεντύρης τῆς μητροπόλεως μεμίσθωμαι κατὰ μισθοπρασίαν τὸ προκείμενον πλοῖον φόρου ἀργυρίου ταλάντου ἑνὸς καὶ δραχμῶν δισχιλίων ἀφʼ ὧν αὐτόθι ἐξωδίασεν ἀργυρίου τάλαντα ἕν ,τὰς δὲ λοιπὰς δραχμὰς δισχιλίας ἀποκαταστήσω αὐτῶι ὡς ἐπάνω δεδήλωται καὶ ἐντεῦθεν ἔλαβον τὸ πλοῖον. Σαραπίων ἔγραψα ὑπὲρ τοῦ πατρὸς γράμματα μὴ εἰδότος