Ancient Greek
1168.r2.1 to 1168.r2.17
Documentary Papyri, P.Lond. 3 1168.r2.1-17
Not analysed yet
ἔτους τετάρτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Δύστρου Τῦβι κζ σεβαστῇ ἐν Ἑρμουπόλει τῆς Θηβαίδος. ἐμίσθωσεν Στοτοῆτις Διοσκόρου Ἑρμοπολῖτις Περσίνη τῆς ἐπιγονῆς ὡς ἐτῶν νγ μέση μελίχρως μακροπρόσωπος οὐλὴ μετώπῳ μέσῳ μετὰ κυρίου τοῦ αὐτῆς ἀδελφοῦ Πεκύσιος τοῦ Διοσκόρου ὡς ἐτῶν ξ μέσου μελίχρωτος …εὐθύρινος οὐλὴ ὑπὸ μήλῳ αρειω… τω αὐτῆς ἀδελφῷ Χιχόιτι Διοσκόρου ὡς ἐτῶν ξα μέσῳ μελίχρωτι μακροπροσώπῳ εὐθύρινι οὐλὴ παρὰ …δεξι τὸ ὑπάρχον αὐτῆι πατρικὸν ἕκτον μέρος οἰκίας καὶ αὐλῆς καὶ συνκυρόντων καὶ χρηστηρίων καὶ ἀνηκόντων καὶ εἰσόδου καὶ ἐξόδου ὧν τὰ λοιπὰ μέρη ἐστὶν τοῦ αὐτοῦ Χιχόιτος πάντων ὄντων ἐντὸς τοῦ ἐν Ἑρμουπόλει Φρουρίου ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι ἐπὶ ταῖς οὔσαις γειτνίαις. ἡ μίσθωσις ἥδε ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπʼ ἔτη τέσσαρα ἐφʼ ᾧ ὁ Χιχόις καὶ οἱ παρʼ αὐτοῦ οἰκήσουσι ἐν τοῖς μεμισθωμένοις ἐπὶ τὸν χρόνον ἀντὶ τοῦ τόκου ὧν ἀνείρηται ἡ Στοτοῆτις παρὰ τοῦ Χιχόιτος ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμῶν διακοσίων εἴκοσι διὰ τῆς Σύρου τραπέζης, βεβαιούτω δὲ ἡ Στοτοῆτις τήνδε τὴν μίσθωσιν πάσῃ βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς ἢ καὶ μὴ ἐξέστω πωλεῖν μηδʼ ὑποτίθεσθαι τὰ μεμισθωμένα μηδὲ ἑτέροις μεταμισθοῦν μηδʼ ἄλλο μηδὲν ὑπεναντίον τούτοις ἐπιτελεῖν τρόπῳ μηδενὶ ἢ τὰ παρὰ ταῦτα ἄκυρα εἶναι, πληρωθέντος δὲ τοῦ χρόνου ἀποδότω ἡ Στοτοῆτις τῷ Χιχόιτι ἢ τοῖς παρʼ αὐτοῦ τὰς τοῦ ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι παραχρῆμα. ἐὰν δὲ μὴ ἀποδῷ καὶ βούληται ὁ Χιχόις πάλιν οἰκεῖν ἐπὶ τοῖς προκειμένοις δικαίοις ἐξεῖναι αὐτῶι καὶ ἑτέροις μεταμισθοῦν ἀπαραποδίστως τῆς πράξεως οὔσης τῷ Χιχόιτι ἢ τοῖς παρʼ αὐτοῦ ὁπηνίκα ἐὰν αἱρῶνται μετὰ τὴν ὡρισμένην ἀπόδοσιν ἔκ τε τῆς Στοτοήτιος καὶ ἐκ τῶν μεμισθωμένων οἰκοπέδων καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ἡ μίσθωσις κυρία. Στοτοῆτις Διοσκόρου μετὰ κυρίου τοῦ ἐμαυτῆς ἀδελφοῦ Πεκύσιος τοῦ Διοσκόρου μεμίσθωκα καθὼς πρόκειται ἐπὶ τὸν προκείμενον χρόνον ἀντὶ τοῦ τόκου ὧν ἔλαβον ἀργυρίου δραχμῶν διακοσίων εἴκοσι ἃς καὶ ἀποδώσω μετὰ τὸν χρόνον καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις. Ἑρμαῖος ὁ καὶ Βησᾶς Μενχήους ἔγραψα ὑπὲρ αὐτῶν διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Χιχόις Διοσκόρου εὐδοκῶ. κεχρημάτισται διὰ Ἑρμαίου τοῦ καὶ Κορνηλίου τοῦ Χαιρήμονος ἀγορανόμου.