Ancient Greek
P.Lond. 3 p. 173 no. 1210
Documentary Papyri, P.Lond. 3 1210
Not analysed yet
Αὐρήλιος Μάξιμος διαστολεὺς Ἀντωνίου Φιλοξένου Αὐρηλίῳ Ἡρωνίνῳ τῷ πατρὶ χαίρειν. παρέλαβον ἀπὸ γενημάτων τῶν εὐσχημόνων γενημάτων ιβ ἔτους οἴνου μονόχωρα χίλια ἐνακόσια γίνεται μονόχωρα Αϡ. ἔτους ιβ Φαῶφι ϛ Ἁθύρ. ὁμοίως Ἁθὺρ κθ διὰ καμήλων οἴνου ἀριθμῷ ἁπλᾶ μονόχωρα διακόσια ἑξήκοντα ἓξ γίνεται μονόχωρα σξϛ. Χοιὰκ α ὁμοίως διὰ καμήλων οἴνου ἁπλᾶ μονόχωρα διακόσια τεσσαράκοντα δύο γίνεται μονόχωρα σμβ. δ ὁμοίως διὰ καμήλων οἴνου ἁπλᾶ μονόχωρα διακόσια τεσσαράκοντα τέσσαρα γίνεται μονόχωρα σμδ.