Ancient Greek
P.Lond. 3 p. 24-25 no. 1221
Documentary Papyri, P.Lond. 3 1221
Not analysed yet
Ἀκουσιλάῳ καὶ μετόχοις διεξάγουσι τὰ κατὰ τὴν κωμογραμματείαν καὶ Φάσειτι καὶ Ἡρᾷ καὶ Ἥρωνι καὶ Ὀρσενοῦφι καὶ Σισόιτι καὶ Σοκονῶπι λαογράφοις κώμης Θεαδελφείας παρὰ Ἀγχορίμφεως τοῦ Ἀγχορίμφεως τοῦ Ἀρείου μητρὸς Ταμάρκιος τῆς Πανεσνέως ἐργάτου τῶν ἀπὸ τῆς κώμης. ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος ἑβδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τῆς αὐτῆς κώμης ἐν οἰκίᾳ πρότερον Κλαυδίας Ἀπολιναρίου ἐν τῇ κώμῃ· εἰμὶ δὲ Ἀγχορίμφις ὁ προγεγραμμένος ὡς ἐτῶν μγ οὐλὴ ὀφρύι ἀριστερῷ καὶ τὴν γυναῖκα Ἡρακλοῦν Πενεέως ὡς ἐτῶν κε καὶ τὸν ἐξ ἀμφοτέρων υἱὸν Ἀγχορίμφιν ἐτῶν ϛ. διὸ ἐπιδίδωμι τὴν ἀπογραφὴν …