Ancient Greek
P.Lond. 3 p. 57-58 no. 1233
Documentary Papyri, P.Lond. 3 1233
Not analysed yet
ἔτους κ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Ἁθὺρ …διέγραψεν Καλαβέλει Σώτου καὶ μετόχοις πράκτορσι ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ὀρσενοῦφεις Ἀπολλὼς ὑπὲρ λημμάτων τῆς κώμης τοῦ ιθ ἔτους δραχμὰς δέκα γίνονται δραχμαὶ ι, Ἁδριανοῦ λ ὁ αὐτὸς ἄλλας δραχμὰς δέκα γίνονται δραχμαὶ ι, Τῦβι λ ὁμοίως ὁ αὐτὸς Ὀρσενοῦφεις ἄλλας δραχμὰς δέκα γίνονται δραχμαὶ ι. ἀριθμήσεως Μεχεὶρ ὁ αὐτὸς Ὀρσενοῦφεις ὑπὲρ ιθ ἔτους δραχμὰς δέκα γίνονται δραχμαὶ ι, ἀριθμήσεως Φαμενὼθ ὁμοίως ὁ αὐτὸς δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η, ἀριθμήσεως Φαρμοῦθι ὁμοίως ὁ αὐτὸς δραχμὰς ὀκτώ ὀβολοὺς ιβ γίνονται δραχμαὶ η ὀβολοὶ ιβ, Παχὼν λ. ὁμοίως ἄλλας δραχμὰς ὀκτὼ ὀβολοὺς ιβ γίνονται δραχμαὶ η ὀβολοὶ ιβ, ἀριθμήσεως Παῦνι ὁμοίως Ὀρσενοῦφεις ἄλλας δραχμὰς δέκα γίνονται δραχμαὶ ι, ἀριθμήσεως Ἐφὶπ ὁμοίως ὁ αὐτὸς ὑπὲρ λημμάτων τῆς κώμης τοῦ ιη ἔτους δραχμὰς ὀκτὼ ὀβολοὶ ιβ γίνονται δραχμαὶ η ὀβολοὶ ιβ