Ancient Greek
P.Lond. 3 p. 174 no. 1273
Documentary Papyri, P.Lond. 3 1273
Not analysed yet
……αι ἔχειν τὸν Ταθηων παρὰ Πάιτος Νεκτνῆφις διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου κεφαλαίου νομίσματος δραχμὰς πεντακοσίας ἐνενήκοντα τρεῖς τόκῳ ὡς ἐκ δραχμῆς μιᾶς τριωβόλου τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Μεχὴρ τοῦ εἰσίοντος ἑκκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ καὶ ὅταν βουλῇ παρʼ ἐμοῦ λαβεῖν καθὼς καὶ προγέγραπται. Ἑριεὺς Ἑριεὺς …υοιω… πρόκειται …εμων Ἑριεὺς γέγραφα ὑπὲρ αὐτῶν διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. …παιος Νεκτνῆφις δεδάνεικα ἀργυρίου δραχμὰς πεντακοσίας τριάκοντα τρεῖς καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Νερση…ρσωνσι διὰ μὴ ἐπίστασθαι αὐτὸν γράμματα. ἔτους ιε Τιβερίου Καίσαρος Σεβαστοῦ …