Ancient Greek
P.Lond. 3 p. 271-272 no. 1319
Documentary Papyri, P.Lond. 3 1319
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυΐου Βασιλείου τοῦ πανευφήμου Παῦνι ζ η ἰνδικτίονος. Αὐρήλιοι Χειδῆς Φοιβάμμωνος ἑξῆς ὑπογράφων καὶ ἡ τούτου μήτηρ Σοφία Ταυρίνου μητρὸς Κυριλλοῦδος ἀμφότεροι ὁρμώμενοι ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρηλίᾳ Νεμεσίλλῃ Φοιβάμμωνος τῇ εὐγενεστάτῃ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· κυρίας οὔσης καὶ βεβαίας τῆς προτέρας ἡμῶν ὑποθήκης τῆς οὔσης παρὰ σοὶ τῆς καὶ τὴν ἰδίαν ἰσχὺν καὶ δύναμιν ἐχούσης ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις ἄχρι ἀποδόσεως τοῦ ἐν αὐτῇ χρέους καὶ ἐπιλύσεως τούτου καὶ νῦν ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ εἰς ἰδίαν ἡμῶν καὶ ἀναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου σου κεφαλαίου χρυσοῦ νομισμάτια δεσποτικὰ δόκιμα τέσσαρα παρὰ κεράτια εἰκοσιτέσσαρα ζυγῷ δημοσίῳ τῆς αὐτῆς πόλεως γίνεται χρυσοῦ νομισμάτια δ παρὰ κεράτια κδ ἅπερ σοι ἀποδώσομεν ἐξ ἀλληλεγγύης ὁπόταν βουληθείης ἀναντιρρήτως καὶ ἀναμφιβόλως καὶ ἀπροφασίστως καὶ οὐχ ὁ ἡμᾶς …ης ἐπιγνῶναί σοι ὑπεράνω ἐπικερδείας τῶν αὐτῶν …Χειδοῦ Φοιβάμμωνος καὶ τῆς μητρὸς Σοφίας …