Ancient Greek
P.Lond. 3 p. 14-15 no. 676
Documentary Papyri, P.Lond. 3 676
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαῶφι ιϛ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Νεχούτης …Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νδ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ …ἀριστερῶι τὴν ὑπάρχουσαν αὐτῷ γῆν ἤπειρον σιτοφόρον τῆς οὔσης …ειτασαμ… …ἐν Τεμραύθει …γείτονες νότου γῆ Πετεαρομένου βορρᾶ …Ψενεχούτου …τοῦ Πετεαρσεμθέως, ἀπηλιώτου ἀμπελὼν τοῦ αὐτοῦ, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν ἐπρίατο Ἁρσιῆσις Σχώτου ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν με μέσος μελίχρως μακροπρόσωπος εὐθύριν χαλκοῦ τάλαντα …δραχμὰς τρισχιλίας ὀκτακοσίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούτης ὁ ἀποδόμενος ὃν ἐδέξατο Ἁρσιῆσις ὁ πριάμενος.