Ancient Greek
P.Lond. 3 p. 281 no. 777
Documentary Papyri, P.Lond. 3 777
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαυίου Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους η ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ Φαῶφι ιδ ἰνδικτίονος α. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ τῆς ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Μακάρις υἱὸς Ἠλίου μητρὸς Ῥαχὴλ ὁρμώμενος ἀπὸ ἐποικίου Ψεμπέκλη κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν …χειρογραφία Μακαρ…