Ancient Greek
P.Lond. 3 p. 208-209 no. 899
Documentary Papyri, P.Lond. 3 899
Not analysed yet
χαίροις, τέκνον Ἄρειε, ἀπὸ Ἑρμαίου πατρός. τὸ πορφύριόν σοι ἔπεμψα· τὸ οὖν βαθύτερον πεποίηται εἰς τὸ σπανὸν καὶ τὸ ὀξύτερον εἰς τὸ ἄλλο. ἔπεμψα τῇ μικρᾷ ᾠὰ ιβ. ἐὰν Πανέρως ἔλθῃ πρὸς σέ, λογοποίησαι πρὸς αὐτὸν τί πρότερον ὀφείλει καὶ πρόσδος αὐτῷ δραχμὰς ξ ἕνα λόγον ποιήσας. οὐ λόγος ἐστὶν περὶ γραμμάτων αὐτοῦ, ἐὰν λογοποιήσηται. ἔπεμψά σοι δραχμὰς ρξ. ἄσπασαι τὴν μικρὰν καὶ τὴν μητέρα αὐτῆς, μηδέν σοι ἐν …ἀγρῷ τῇ κη