Ancient Greek
P.Lond. 3 p. 116-117 no. 903
Documentary Papyri, P.Lond. 3 903
Not analysed yet
βιβλιοφύλαξι ἐνκτήσεων τοῦ Ἑρμοπολίτου νομοῦ παρὰ Θατρῆτος Ἰναρώυτος …μητρὸς Χε…πιβηκιος Ἀφύγχιος Ἑρμοπολίτιδος ἀναγραφομένης ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου μετὰ κυρίου τοῦ ἐμαυτῆς ἀνδρὸς Πεμοῦτος Φανήους. πωλῶ Ἑρμαίῳ Ἀχιλλέως τοῦ Ἀπολλωνίου τοῦ καὶ Ἁρπαησίωνος μητρὸς Σαραπιάδος Κυνὸς Ἑρμοπολίτῃ ἀναγραφομένῳ ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου ἀφήλικι μετὰ κυρίου τοῦ συγγενοῦς Σαραπίωνος Ἀχιλλέως ἀφʼ ὧν ἔχω ἐν ἀπογραφῇ ἐνκτήσεων ἐν κώμηι Μαγδῶλα Μίρη τοῦ Περὶ πόλιν κάτω ἐν τοῖς ἀπὸ νότου πρὸς ἀπηλιώτην μέρεσι πρότερον μὲν Πεναῦτος Μεγχήους τρίτον μέρος ψιλοῦ τόπου καὶ εἰσόδου καὶ ἐξόδου, πρότερον δὲ Διδύμου Διονυσίου τόπον ψιλόν, ὅσου ποτέ ἐστιν πηχισμοῦ τῶν ἐπὶ τὸ αὐτὸ συνήχθη ἐξ ἀναμετρήσεως ἢ ὑπο …ει…οι τρεῖς καὶ …ραχουτο… υπο …ις ἀργυρίου δραχμῶν ἑξακοσίων ……ὁμοῦ ἀξιῶ ἐπιστεῖλαι γραμματεῖ τῆς πόλεως συνχρηματίζειν μοι καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τύχην ὑπάρχειν μοι τοὺς προκειμένους τόπους καθαροὺς ἀπὸ κατοχῆς πάσης μέχρι νῦν. εὐορκούσῃ μέν μοι εὖ εἴη, ἐπιορκούσῃ δὲ τὰ ἐναντία. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Μεσορὴ κα. Θατρῆς …μετὰ κυρίου τοῦ ἀνδρὸς ἐμοῦ Πεμοῦτος Φανηους ἐπιδέδωκα. …κ τοῦ ανκ οὗ πο…αραιου …ψαύτεως.