Ancient Greek
P.Lond. 3 p. 170-171 no. 909 a
Documentary Papyri, P.Lond. 3 909A
Not analysed yet
Ἀγχορίμφις Ἄμμωνος ἀπὸ κὼμης Διονυσιάδος τοῦ Ἀρσινοείτου νομοῦ …ημερίας Πτολεμαίῳ …υ …τῆς μητροπόλεως …χαίρειν· ὁμολογῶ πεπρακέναι σοι κάμηλον ἄρρενα πυρρὰν ἄβολον κεχαραγμένον δεξιὰν σιαγόνα ταῦ ἄλφα καὶ ἀπέχω τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑξακοσίας γίνονται δραχμαὶ χ καὶ βεβαιώσω πάσῃ βεβαιώσει τούτον τοιοῦτον ἀναπόρριφον. ἔτους κ Τραιανοῦ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ἐφειφὶ ζ.