Ancient Greek
P.Lond. 3 p. 26-28 no. 915
Documentary Papyri, P.Lond. 3 915
Not analysed yet
Κεφάλωνι βασιλικῷ γραμματεῖ Μεμφίτου διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Ἀπολλωνίου Ἁρφαήσιος τοῦ καὶ Ἡφαιστίωνος μητρὸς Θερμούθιος τῶν ἀπὸ Μέμφεως ἀργῶν ἀναγραφόμενος ἐπὶ τοῦ α ἀμφόδου. ἀπογράφομαι ἐμαυτόν τε καὶ τὸν ἀφήλικά μου υἱὸν Σωτήριχον μητρὸς Πτολέμας Ἁρχώσιος Μεμφίτιδος ἔτι πάλαι ἀπηλλαγμένης ἐνοίκους εἰς ὃ οἰκοῦμεν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου μέρος οἰκίας Σαραπίωνος Σαραπίωνος εἰς τὴν τοῦ ἐνεστῶτος κγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐμαυτὸν Ἀπολλώνιον τὸν προγεγραμμένον ἐτῶν λζ, Σωτήριχον υἱὸν μητρὸς τῆς προγεγραμμένης Πτολέμας ἀναγραφόμενον διὰ γραφῆς ἀφηλίκων εἰς τὸ αὐτὸ κγ ἔτος ἐτῶν ε μηνῶν …παρὼν δὲ ὁ σταθμοῦχος Σαραπίων Σαραπίωνος τοῦ Ἁρτώτου ἐγγυᾶταί με τῶν ἐπικεφαλίων καὶ ὀμνύω τὴν τοῦ κυρίου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην ἀληθῆ εἶναι τὰ προκείμενα. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …Ἀπολλώνιος στρατηγὸς διὰ Διδύμου βοηθοῦ ἐσημειωσάμην ἐπίκρισις Κεφάλωνι διαδεχομένῳ