Ancient Greek
P.Lond. 3 p. 220-221 no. 951 Ro
Documentary Papyri, P.Lond. 3 951
Not analysed yet
…παρὰ παμ…ει κυριευτικῶς καὶ ἐμοὶ τῷ Ἑρμίᾳ τῷ καὶ Ὀλυμπίῳ ἡ λοιπὴ ἄρουρα μία ἀκολούθως οἷς ἕκαστος ἡμῶν ἔχει δικαίοις· οὕτως γὰρ ἕκαστος ἡμῶν τῆς ἰδίας ἀρούρης μιᾶς κρατεῖ καὶ νέμεται καὶ τελεῖ τὰ καθήκοντα δημόσια. ὁμολογῶ μηδεμίαν ἀγωγὴν ἔχειν κατὰ μηδένα τρόπον πρὸς σὲ περὶ τῆς αὐτῆς καὶ προκειμένης ὑπαρχούσης σοι ἀρούρης μιᾶς ,ἀλλὰ ταύτης κρατεῖν σε καὶ κυριεύειν τελοῦντα τὰ ὑπὲρ αὐτῆς δημόσια πάντα ἐπὶ τὸν ἅπαντα χρόνον οὐκ ἐλαττουμένου ὁποτέρου ἡμῶν ἐν οἷς ἔχει παντοίοις δικαίοις. τὴν δὲ ἀσφάλειαν ταύτην δισσήν σοι προηκάμην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Καρπικῶν Μεγιστῶν Γερμανικῶν Μεγιστῶν Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν …Ῥουφίνωι