Ancient Greek
P.Lond. 3 p. 153-154 no. 954
Documentary Papyri, P.Lond. 3 954
Not analysed yet
Αὐρηλίῳ Φ… τῷ καὶ Εὐδαίμονι …Ἑρμοπολίτῃ …παρὰ Αὐρηλίας Ἑρμιόνης …διὰ τοῦ πατρὸς Αὐρηλιου Σωτῆρος …χου βουλευτοῦ ἄρξαντος Ἀντινοέων πόλεως. βούλομαι ἑκουσίως μισθώσασθαι παρὰ σοῦ ἐπʼ ἔτη πέντε ἀπὸ τοῦ ὄντος μηνὸς Χοιὰκ τοῦ ἐνεστῶτος α ἔτους ψιλὸν τόπον οὗ μέτρα νότον ἐπὶ βορρᾶ πηχῶν ἕξ ,παλαστῶν δύο ,λίβα ἐπʼ ἀπηλιώτην ὀκτὼ ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου ἐκ λιβὸς πρὸς τῷ νότῳ τῆς οἰκίας πρὸς χρῆσιν ἐνοικίου ἑκάστου ἐνιαυτοῦ δραχμῶν τεσσεράκοντα ἅσπερ ἀποδώσω σοι κατʼ ἔτος ἀνυπερθέτως καὶ ἀκοιλάντως, ἐπὶ τέλει δὲ τοῦ πενταετοῦς χρόνου παραδώσω σοι τὸν τόπον ὡς παρείληφα καὶ ἐρωτηθεῖσα διὰ τοῦ πατρὸς ὡμολόγησα. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φλαυίου Ἰουνίυ Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουλίου Κυήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Χοιὰκ β. Αὐρηλία Ἑρμιόνη διʼ ἐμαυτοῦ πατρὸς Σωτῆρος καὶ ὡς χρηματίζω μεμίσθωμαι ὡς πρόκειται