Ancient Greek
P.Lond. 3 p. 234-235 no. 979
Documentary Papyri, P.Lond. 3 979
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ δ καὶ Κώνσταντος Αὐγούστου τὸ γ. Αὐρηλίῳ Νείλῳ Ἑρμοῦ βουλευτῇ τῆς μεγάλης Ἑρμουπόλεως παρὰ Αὐρηλίου Σιλβανοῦ Κάστορος ἀπὸ κώμης Θότεως. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς ἔτος καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης ϛ ἰνδικτίονος τὰς ὑπάρχουσάς σοι ἀρούρας τέσσαρας πρὸς τόπῳ καλουμένῳ Πενάπαστε πρὸς κατάθεσιν λινοκαλάμης φόρου ἑκάστης ἀρούρης στιππίου ἐπιτηδείου κεντηναρίου ἑνὸς ἡμίσους ὅνπερ συναγόμενον φόρον ἀποδώσω σοι καὶ σταθμίσω τῷ Φαῶφι μηνὶ τοῦ αὐτοῦ ἔτους ἀνυπερθέτως ἐν στιππίῳ ἐπιτηδείῳ σταθμῷ δημοσίῳ ἀνυπερθέτως τῶν δημοσίων πάντων καὶ ἀννωνῶν καὶ προσκαίρων ἐπιβολῶν ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης Χοιὰκ κϛ. Αὐρήλιος Νεῖλος Ἑρμοῦ ὁ προκείμενος μεμίσθωκα ὡς πρόκειται.