Ancient Greek
P.Lond. 3 p. 229 no. 983
Documentary Papyri, P.Lond. 3 983
Not analysed yet
…να οἰκέτην Μέλανος ἀργυροκόπου ἐπῆλθεν τῇ οἰκητικῇ μου οἰκίᾳ ἐν τῇ χθὲς ἡμέρᾳ καὶ ὕβρεις οὐ τὰς τυχούσας τῇ ἡμετέρᾳ συμβίῳ καὶ τῇ παρθένῳ μου θυγατρὶ ἀνοικείοις καὶ αἰσχροῖς ῥήμασι συνῆψεν καὶ ἐπεὶ οὐ χρὴ σιωπῇ παραδίδοσθαι τὰ ὑπʼ αὐτῆς εἰρημένα παρὰ τοὺς νόμους καὶ παρὰ τὴν ἡμετέραν τοῦ βίου κατάστασιν ἐπιδίδωμι τῇ ἐπιεικείᾳ σου τάδε τὰ βιβλία ἀξιῶν μετακληθῆναι αὐτὴν πρὸς εὔθυναν καὶ ἐκδικίαν ὧν καθʼ ἡμῶν ἐφθέγξατο. διευτύχει. ὑπατείας τῆς προκειμένης Φαῶφι ια Αὐρήλιος Σαραπίων Σιλβανοῦ ἐπιδέδωκα