Ancient Greek
P.Lond. 3 p. 243-244 no. 988
Documentary Papyri, P.Lond. 3 988
Not analysed yet
Λουκία Κασυλλᾶτι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. γράφεις μοι ὅτι καταχώρισον τὰ βιβλία Πάιτος. πῶς δύναμαι ὅπερ σὺ αὐτὰ ἔχεις. πέμψον οὖν μοι αὐτά. Ἀσκληπιάδης παρεγένετο καὶ ἱκανὸν ἐδώκαμεν ἐπὶ τὸν ἡγεμόνα. πέμψον μοι οὖν ἀναγκαίως…ου τὸ διαστολικὸν. ἰδοὺ σὺ οὐκ ἠθέλησας αὐτὸ ἐκπλέξαι. εἰς μεγάλα πράγματα ἀπήλθαμεν. εὐθέως οὖν πέμψον μοι τὰ χαρτάρια· αὐτὸς γὰρ τὰ ἑαυτοῦ ἔχει. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Κασυλλᾶτι ἀπὸ Λουκίας ἀδελφῆς