Ancient Greek
P.Lond. 3 p. 259 no. 994
Documentary Papyri, P.Lond. 3 994
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαυίου Πέτρου τοῦ ἐνδοξοτάτου Μεχεὶρ λ ι ἰνδικτίονος …τῇ εὐτελεστάτῃ θυγατρὶ τοῦ τῆς μακαρίας Κολλούθου …χρυσοχόου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίων Πέτρου …μητρὸς Ταψοίας καὶ Βίκτορος Ἰωάννου μητρὸς Μαρίας ἀμφοτέρων ὁρμωμένων ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ δεκαετῆ χρόνον λογιζόμενον ἀπὸ νεομηνίας …αχος μηνὸς Ἐπεὶφ τῆς παρούσης δεκάτης ἰνδικτίονος …τεσσαρεσκαιδέκατον μέρος ὁλοκλήρου κεραμίου οἵας ἐστὶ διαθέσεως σὺν καμάραις τέτταρσι καὶ καμίνῳ καὶ λάκκῳ …καὶ ξυλικῷ ὀργάνῳ ἐξηρτισμένῳ πάσῃ ἐξαρτίᾳ καὶ χρηστηρίοις μετὰ πάντων τῶν ἐκεῖσε δικαίων κατὰ κοινωνίαν τῶν σῶν …μοναζούσης ὑπὲρ τεσσαρεσκαιδεκάτου μέρους καὶ Ἰωάννου …καὶ Ἑρμοῦ καὶ Ἀφοῦτος καὶ Δανιηλίου στρατιώτου …