Ancient Greek
P.Lond. 4 1341
Documentary Papyri, P.Lond. 4 1341
Not analysed yet
ἐν ὀνόματι τοῦ Θεοῦ Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτὼ ἕνδεκα ἀρίθμια νομίσματα ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου λόγῳ μισθοῦ καὶ δαπάνης πρίστου ὀνόματος ἑνὸς ὄντος εἰς τὸ κάτεργον μασγιδα Δαμασκοῦ μηνῶν ἓξ ἐπὶ τῆς παρούσης ἰνδικτίονος ὀγδόης καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἐνταγίων τὸ τοιοῦτο χρυσίον ἄνυσον καὶ πέμψον πρὸς ἡμᾶς λόγῳ μισθοῦ καὶ δαπάνης τοῦ αὐτοῦ τεχνίτου. ἐγράφη μηνὸς Ἁθὺρ ζ ἰνδικτίονος η Κόρρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ μηνὸς Χοιὰκ κ ἰνδικτίονος η ἠνέχθη διὰ Μαρία πιστικοῦ περὶ νομισμάτων ια ὑπὲρ μισθοῦ καὶ δαπάνης πρίστου