Ancient Greek
P.Lond. 4 1347
Documentary Papyri, P.Lond. 4 1347
Not analysed yet
……δέκα ἥμισυ ἀρίθμια νομίσματα ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ὑπὲρ τροφῆς καὶ ἐπιχρείας καὶ ὑπουργίας μέρους δρομικῶν ἀλλαγῶν χωρίου Μουναχθη παγαρχίας Ἀνταίου καὶ Ἀπόλλωνος ὑπὸ Αλκασεμ υἱὸν Σαειαρ μηνῶν δώδεκα ἐπὶ τῆς παρούσης ἰνδικτίωνος ὀγδόης πρὸς τὴν ὑποτεταγμένην γνῶσιν καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν τοιούτων ἐνταγίων ἄνυσον τὸ τοιοῦτο χρυσίον καὶ παράδος τῷ αὐτῷ Αλκασεμ. ἐγράφη μηνὸς Τῦβι ιε ἰνδικτίονος η γνῶσις νομίσματα ι 𐅵οὕτως ὑπὲρ χλώρου χόρτου ἀρουρῶν δ νομίσματα δ σελλῶν β νομίσματα β χαλιναρίων β νομίσματος 𐅵πασμαγάνδιον β νομίσματος 𐅵μισθοῦ ἱπποκόμου α νόμισμα α 𐅵ὀψωνίου ἀρχισταβλίτου ὀνόματος α νομίσματα β