Ancient Greek
P.Lond. 4 1352
Documentary Papyri, P.Lond. 4 1352
Not analysed yet
ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. διεστείλαμεν διὰ τῆς διοικήσεώς σου ἑβδομήκοντα καμίσια ἐκ νομίσματος τετάρτου λόγῳ ἐπιταγῆς τοῦ Ἀμιραλμουμνιν ἐξ ἔθους γινομένης διὰ σοῦ καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀνύων ἐκ τῶν χωρίων τῆς διοικήσεώς σου τὸ ἐπιλαχὲν αὐτοῖς πόσον πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων παρασκεύασον γενέσθαι τὰ τοιαῦτα καμίσια καλὰ καὶ ἐπίλεκτα ὀφείλοντα ἀρέσαι ἡμῖν ταῦτα ἀποστέλλων διʼ ἀνθρώπου σου τοῦ ὀφείλοντος παραδοῦναι ὅπως εἰ δόξῃ ἀποστράφῃ τι ἐξ αὐτῶν ᾧ ἂν ταῦτα δώσῃ. ἐγράφη μηνὸς Μεχεὶρ ε ἰνδικτίονος η Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὶ Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχωη διὰ Σαειδ περὶ καμισίων ο ἐκ νομίσματος δ λόγῳ ἐπιταγῆς τοῦ Ἀμιραλμουμνιν