Ancient Greek
P.Lond. 4 1358
Documentary Papyri, P.Lond. 4 1358
Not analysed yet
……ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ὑπὲρ τιμῆς τῶν ὑποτεταγμένων εἰδῶν δαπάνης ἡμετέρας καὶ τῶν συνόντων ἡμῖν ὑπουργῶν καὶ διαφόρων προσώπων μηνῶν δώδεκα τῆς παρούσης ἰνδικτίονος ὀγδόης καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα πρὸς δύναμιν τῶν ἐνταγίων τὸ τοιοῦτο χρυσίον ἀνύων ἔκπεμψον διʼ ἀνθρώπου σου τοῦ ὀφείλοντος καταβαλέσθαι ἐν τῇ σακέλλῃ μὴ ὑστερήσας. ἐγράφη μηνὸς Παχὼν ϛ ἰνδικτίονος η …εἰς νομίσματα μ …