Ancient Greek
P.Lond. 4 1360
Documentary Papyri, P.Lond. 4 1360
Not analysed yet
περὶ προτελείας τῷ ἀποκρισιαρίῳ …ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ὁ ὢν ἐν τῷ Φοσσάτῳ ἐκ προσώπου σου κρατεῖται περὶ διαφόρων στίχων διαστελλομένων διὰ τῆς διοικήσεώς σου καὶ οὐχ εὑρίσκει ἀποπληρῶσαι ἀλλʼ ἀφορμάζεται λέγων ὡς οὔπω ἀπέστειλας πρὸς αὐτὸν τὸ πόσον τῆς προτελείας ἥσπερ ἦμεν γράψαντες πρὸς σὲ προτελέσαι αὐτῷ …τ…τ… δεχόμενος οὖν τὰ παρόντα γράμματα ἀπόστειλον πρὸς αὐτὸν τὴν τοιαύτην προτέλειαν καὶ μὴ δώσῃς αὐτῷ ἀφορμὴν ἔν τινι μήτε δὲ ἑτέρων γραμμάτων ἡμῶν περὶ τούτου. ἐγράφη Μεσορὴ β ἰνδικτίονος θ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς …ιζ ἰνδικτίονος θ ἠνέχθη διὰ Σωρε περὶ προτελείας …