Ancient Greek
P.Lond. 4 1368
Documentary Papyri, P.Lond. 4 1368
Not analysed yet
περὶ χαλκωμάτων λιτρῶν μζ λόγῳ μασγιδα Δαμασκοῦ …ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. τεσσαράκοντα ἑπτὰ λίτρας χαλκώματα ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου λόγῳ χρείας καὶ ἐργασίας κτιζομένου μαγισδα Δαμασκοῦ ὑπὸ Ἀβδερααμαν υἱὸν Σαλμαν… τοῦ Ἀμιραλμουμνιν καὶ Οὐβηειδ υἱὸν Ὁρμους ἐπὶ τῆς παρούσης ἰνδικτίονος ἐνάτης πρὸς τὴν ὑποτεταγμένην γνῶσιν καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι ἐνθέμενοι εἰς αὐτὰ …Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. Φαῶφι κγ ἰνδικτίονος θ ἠνέχθη διʼ Ὠμεειρ βερεδαρίου περὶ χαλκωμάτων λιτρῶν μζ μασγιδα Δαμασκοῦ