Ancient Greek
P.Lond. 4 1370
Documentary Papyri, P.Lond. 4 1370
Not analysed yet
περὶ σίτου ἀρταβῶν Ατ λοιπάδος τῶν ὁρρίων …ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ηὕραμέν σε λοιπαζόμενον ἐκ τοῦ διασταλέντος σίτου ἀπʼ ἐμβολῆς καρπῶν ἰνδικτίωνος ἐνάτης λόγῳ τῶν ὁρρίων χιλίας τριακοσίας ἀρτάβας. δεχόμενος οὖν τὰ παρόντα γράμματα εὐθέως καὶ κατʼ αὐτὴν τὴν ὥραν ἐμβαλλόμενος ἀπόστειλον τὸν τοιοῦτον σῖτον μὴ ἀμελῶν εἰ μέντοι ἔχεις ἀγαθόν. εἰ δὲ καί ἐστί τι ἐξ αὐτοῦ διὰ χωρίων διοικήσεώς σου γράψον ἡμῖν τὸ κατὰ χωρίον αὐτῶν καὶ τί λοιπάζεται διʼ αὐτῶν. ἀλλὰ μὴ ἀμελήσῃς ὡς εἴρηται ἕως οὗ περικυκλώσωσίν σε ὑφʼ ἓν τὰ ἐπιτάγματα τοῦ δημοσίου καὶ εὑρεθῇς ἀνικάνων. τοῦτο γὰρ βλάβος σοι μέγα προσφέρει καὶ τοῖς τῆς διοικήσεως σου. ἔσῃ δὲ ἐπιστάμενος ὡς εἰ καταλάβῃς τὰ πρὸς ἡμᾶς καὶ εὑρεθῇ λοιπαζομένη διὰ τῆς διοικήσεώς σου ἐκ τοῦ τοιούτου σίτου μία ἀρτάβη καὶ μόνη μέλλομεν κρατῆσαι καὶ σφῖγξαί σε ἄχρις ἂν οἰκόθεν τούτῳ ἐξανύσῃς καὶ παραδώσῃς Θεοῦ κελεύοντος. ἐγράφη μηνὸς Ἁθὺρ ζ ἰνδικτίονος θ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. μηνὸς Ἁθὺρ κδ ἰνδικτίονος θ ἠνέχθη διὰ Σουλεειμαν βερεδαρίου περὶ λοιπάδος ἐμβολῆς θ ἰνδικτίονος