Ancient Greek
P.Lond. 4 1375
Documentary Papyri, P.Lond. 4 1375
Not analysed yet
…ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. ἑκατὸν ἑξήκοντα ἓξ δίμοιρον νομίσματα ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ὑπὲρ τιμῆς τῶν ὑποτεταγμένων εἰδῶν δαπάνης ἡμετέρας καὶ τῶν συνόντων ἡμῖν ὑπουργῶν Ἀράβων τε καὶ Χριστιανῶν καὶ διαφόρων προσώπων μηνῶν δώδεκα τῆς παρούσης ἰνδικτίονος ἐνάτης καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων ἐπέμψαμέν σοι. —δεχόμενος οὖν τὰ παρόντα γράμματα τὸ τοιοῦτο χρυσίον ἀνύων μετὰ χειραγωγίας πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων ἔκπεμψον κατὰ πρόσβασιν διʼ ἀνθρώπων σου πιστῶν τῶν ὀφειλόντων καταβαλέσθαι ἐν τῇ σακέλλῃ καὶ κομίσασθαι τὴν ὑπὲρ αὐτοῦ ἀπόδειξιν. ἐγράφη μηνὸς Παχὼν ϛ ἰνδικτίονος θ γνῶσις νομισμάτων ρξϛ 𐅷οὕτως· πρόβατα ρνε ἐκ νομίσματος 𐅵νομίσματα οζ 𐅵ὄρνιθες ρο τοῦ κ νομίσματα η 𐅵ἐλαίου μέτρα μζ ἐκ νομίσματος 𐅵νομίσματα κγ 𐅵ὄξου μέτρα μη τοῦ νομίσματος ξέσται οβ νομίσματα ϛ 𐅷ἑψήματος μέτρα ρβ ἐκ νομίσματος δ νομίσματα κη οἴνου κνίδια ρξε τοῦ λ νομίσματα ε 𐅵φοινίκων ἀρτάβη α νομίσματος ιβ ἀσταφίδος ἀρτάβαι β ἐκ νομίσματος 𐅵νόμισμα α κρομύου ἀρτάβαι ε τοῦ ι νομίσματος 𐅵ξύλου κεντηνάρια σμ τοῦ ιϛ νομίσματα ιε λαχάνων δέματα σν τοῦ χ νομίσματος γ ιβ