Ancient Greek
P.Lond. 4 1386
Documentary Papyri, P.Lond. 4 1386
Not analysed yet
…εἴδη τῆς φιλοκαλείας καὶ ἐξαρτίας τῶν …τοῦ Κλύσματος οὐ μὴν ἀλλὰ καὶ ναυτῶν …καὶ ἄλλων χρείας τοῦ δημοσίου ἐπὶ ἰνδικτίονος ἑβδόμης καὶ ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου …ἀρίθμια νομίσματα καὶ τὰ τούτων ἐντάγια ποιήσαντες ἐπέμψαμέν σοι. πάραυτα οὖν τοῦ δέξασθαί σε τὰ παρόντα γράμματα πρὸς τὴν δύναμιν τῶν ἐνταγίων τὸ τοιοῦτο χρυσίον ἄνυσον καὶ πέμψον διʼ ἀνθρώπου σου τοῦ ὀφείλοντος τοῦτο καταβαλέσθαι Σαειδ ἡμετέρῳ παιδὶ καὶ μὴ δόξῃ σοι παρελθεῖν τι ἕνεκεν ναύλου τὸ σύνολον εἰ μὴ τὸ τοῦ παραδιδομένου σιτοκρίθου ἐμβολῆς εἰς τὰ ὅρρια Βαβυλῶνος. μέλλω γὰρ ἐρευνῆσαι καὶ μαθεῖν τὰ περὶ τούτου καὶ ἐὰν εὕρω σε παρελθόντα τι τὸ σύνολον ὑπὲρ ναύλου ἔξωθεν τῆς εἰρημένης ἐμβολῆς τῶν ὁρρίων ἀποδιδῶ σοι ἀνταπόδοσιν συντείνουσαν εἰς τὴν ψυχὴν καὶ ὑπόστασίν σου